Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.241 Joseph. AJ 17.246 (English) >>Joseph. AJ 17.251

17.244τάς γε μὴν διαθήκας ὑπό τε σωφρονοῦντος γεγράφθαι τοῦ βασιλέως καὶ κυριωτέρας τῶν γεγραμμένων πρότερον διὰ τὸ Καίσαρι δεσπότῃ τῶν ὅλων καταλελεῖφθαι τὴν κρίσιν τῶν ἐν αὐταῖς γεγραμμένων. 17.245μιμήσεσθαί τε οὐδαμῶς Καίσαρα τὴν ὕβριν αὐτῶν, οἳ τῆς Ἡρώδου παντοίως ἀπολαύσαντες παρʼ ὃν ἔζη καιρὸν δυνάμεως τὰ πάντα ἐπὶ ὕβρει γνώμης ἐπείγοιντο αὐτοῦ, οὐδʼ αὐτῶν περὶ τὸν συγγενῆ τοιούτων γεγονότων. 17.246οὔκουν Καίσαρά γε ἀνδρὸς ἐπʼ αὐτῷ πεποιημένου τὰ πάντα καὶ φίλου καὶ συμμάχου καταλύσειν τὰς διαθήκας ἐπὶ πίστει τῇ αὐτοῦ γεγραμμένας, οὐδὲ μιμήσεσθαι κακίαν τὴν ἐκείνων τὴν Καίσαρος ἀρετὴν καὶ πίστιν πρὸς ἅπασαν τὴν οἰκουμένην ἀνενδοίαστον γενομένην, 17.247καὶ μανίαν καὶ λογισμῶν ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος· οὔτʼ ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι. 17.248

Καὶ Νικόλαος μὲν τοιάδε διελθὼν καταπαύει τὸν λόγον· Καῖσαρ δὲ Ἀρχέλαον προσπεσόντα αὐτῷ πρὸς τὰ γόνατα φιλοφρόνως τε ἀνίστη φάμενος ἀξιώτατον εἶναι τῆς βασιλείας πολλήν τε ἀπέφαινε τροπὴν γνώμης τῆς αὐτοῦ οὐκ ἄλλα πράξειν, ἀλλʼ ὁπόσα αἵ τε διαθῆκαι ὑπηγόρευον καὶ Ἀρχελάῳ συνέφερεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.241 Joseph. AJ 17.246 (English) >>Joseph. AJ 17.251

Powered by PhiloLogic